Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.87 Joseph. AJ 4.91 (English) >>Joseph. AJ 4.95

4.89 δὲ Ἀμορραῖος οὐκέτʼ ἦν ἐπιόντων ὅμοιος αὑτῷ, ἀλλʼ αὐτός τε κατεπλάγη τοὺς Ἑβραίους καὶ δύναμις αὐτοῦ παρέχουσα θᾶττον αὑτὴν εὔψυχον εἶναι δοκεῖν τότʼ ἀπηλέγχθη πεφοβημένη. τὴν πρώτην οὖν σύνοδον οὐχ ὑπομείναντες ἀντιστῆναι καὶ δέξασθαι τοὺς Ἑβραίους τρέπονται, τοῦτο ἑαυτοῖς σωτηρίαν ὑπολαβόντες τὸ μάχεσθαι παρέξειν· 4.90ἐθάρρουν γὰρ ταῖς πόλεσιν οὔσαις ὀχυραῖς. παρʼ ὧν οὐδὲν αὐτοῖς ὄφελος ἦν εἰς ταύτας συνδιωχθεῖσιν· Ἑβραῖοι γὰρ ὡς ἐνδόντας αὐτοὺς εὐθὺς εἶδον, ἐνέκειντο καὶ παραλύσαντες αὐτῶν τὸν κόσμον εἰς φόβον κατέστησαν. 4.91καὶ οἱ μὲν ἀπορραγέντες ἔφευγον ἐπὶ τῶν πόλεων, οἱ δὲ πρὸς τὴν δίωξιν οὐκ ἔκαμνον, ἀλλʼ οἷς προπεπονήκεσαν προσεπιταλαιπωρῆσαι προθέμενοι, καὶ σφενδονᾶν τε ἄριστοι τυγχάνοντες καὶ πᾶσι τοῖς ἑκηβόλοις δεξιοὶ χρῆσθαι, καὶ διὰ τὴν ὅπλισιν οὖσαν εὐσταλῆ κοῦφοι πρὸς τὸ διώκειν ὄντες μετέθεον τοὺς πολεμίους καὶ τοὺς πορρωτάτω συλληφθῆναι γεγονότας ταῖς σφενδόναις καὶ τοῖς τοξεύμασι κατελάμβανον. 4.92φόνος τε οὖν γίνεται πολὺς καὶ τραύμασιν ἐπόνουν οἱ διαφεύγοντες, ἔκαμνόν τε ἐπὶ δίψει μᾶλλον τινι τῶν πολεμικῶν, καὶ γὰρ ὥρα θέρους ἦν, καὶ ἐπιθυμίᾳ τοῦ πιεῖν. ἐπὶ ποταμὸν οὖν τοὺς πλείους καταραχθέντας, καὶ ὅσον συνεστραμμένον ἔφευγε, περιστάντες ἔβαλλον καὶ πάντας αὐτοὺς ἀκοντίζοντες ἅμα καὶ τοξεύοντες διέφθειραν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.87 Joseph. AJ 4.91 (English) >>Joseph. AJ 4.95

Powered by PhiloLogic